Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.138 Joseph. AJ 3.143 (English) >>Joseph. AJ 3.148

3.141κοῖλον γὰρ εἶχεν ἐπʼ αὐτοῖς τὸ κατὰ τοὺς κρίκους κοινωθέντας· οὐδὲ γάρ εἰσι διηνεκεῖς, ἀλλὰ πρὶν συνελθεῖν εἰς τὸ ἄπειρον εἰς περονίδας τὴν ἀρχὴν τελευτῶντες, ὧν μὲν εἰς τὸ προανέχον ἐμβαίνει τῆς τραπέζης, δὲ εἰς τὸν πόδα· καὶ τούτοις κατὰ τὰς ὁδοὺς ἐκομίζετο. 3.142ἐπὶ ταύτης, ἐτίθετο γὰρ ἐν τῷ ναῷ τετραμμένη πρὸς ἄρκτον οὐ πόρρω τοῦ μυχοῦ, διετίθεσαν ἄρτους τε δώδεκα ἀζύμους κατὰ ἓξ ἐπαλλήλους καθαροῦ πάνυ τοῦ ἀλεύρου ἐκ δύο ἀσσάρων, μέτρον Ἑβραίων ἑπτὰ κοτύλας Ἀττικὰς ἔχει. 3.143ὑπὲρ δὲ τῶν ἄρτων ἐτίθεντο φιάλαι δύο χρύσεαι λιβάνου πλήρεις, μετὰ δὲ ἡμέρας ἑπτὰ πάλιν ἄλλοι ἐκομίζοντο ἄρτοι ἐν τῷ καλουμένῳ ὑφʼ ἡμῶν Σαββάτῳ· τὴν γὰρ ἑβδόμην ἡμέραν Σάββατα καλοῦμεν· τὴν δʼ αἰτίαν ἐξ ἧς ταῦτα ἐπενοήθησαν ἐν ἑτέροις ἐροῦμεν. 3.144

Κατὰ πρόσωπον δὲ τῆς τραπέζης τῷ πρὸς μεσημβρίαν τετραμμένῳ τοίχῳ πλησίον ἵσταται λυχνία ἐκ χρυσοῦ κεχωνευμένη διάκενος σταθμὸν ἔχουσα μνᾶς ἑκατόν· Ἑβραῖοι μὲν καλοῦσι κίγχαρες, εἰς δὲ τὴν Ἑλληνικὴν μεταβαλλόμενον γλῶτταν σημαίνει τάλαντον. 3.145πεποίηται δὲ σφαιρία καὶ κρίνα σὺν ῥοΐσκοις καὶ κρατηριδίοις, ἑβδομήκοντα δʼ ἦν τὰ πάντα, ἐξ ὧν ἀπὸ μιᾶς βάσεως συνετέθη πρὸς ὕψος, ποιήσαντος αὐτὴν συγκειμένην εἰς μοίρας εἰς ὅσας τοὺς πλανήτας καὶ τὸν ἥλιον κατανέμουσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.138 Joseph. AJ 3.143 (English) >>Joseph. AJ 3.148

Powered by PhiloLogic